(Η εικόνα της Αγίας Βαρβάρας στο Μηνολόγιον του Αυτοκράτορος Βασιλείου του Β΄)
«Ἄναρχε Θεέ, ὁ τὸν οὐρανὸν τείνας ὡσεὶ καμάραν, τὴν δὲ γῆν ἐφ ὑδάτων ἐδράσας, ὁ νεφέλαις ὔειν προστάττων, ἤλιόν τε φωταγωγὸν πᾶσι παραστησάμενος,
καὶ τὰς κοινὰς ταύτας ἀπολαύσεις δικαίοις τὲ καὶ ἀδίκοις, ἀγαθοῖς ἅμα καὶ πονηροῖς χορηγῶν, αὐτὸς καὶ
νῦν ἑμοῦ δεομένης εἰσάκουσον, βασιλεῦ, καὶ ὃς ἃν τοῦ σοῦ ὀνόματος καὶ τῆς ἑμῆς ἀθλήσεως διαμνημονεύσει, μὴ λοιμώδης νόσος τῷ οἴκῳ αὐτοῦ ἐπισκήψειε, μὴ ἄλλό τι μηδὲν τῶν λωβᾶσθαι σώματα καὶ λυπεῖν δυναμένων. Οἶδας γάρ, Κύριε, ὅτι σάρκες ἡμεῖς καὶ αἶμα, ποίημα τῶν σῶν
ἀχράντων χειρῶν καὶ
εἰκόνι σῇ καὶ
ὁμοιώσει τετιμημένοι».
(Προσευχή της Αγίας Βαρβάρας προ του μαρτυρικού θανάτου της –
Από το Μηνολόγιον του Αγίου Συμεώνος του Μεταφραστού)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου