"Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον" Άγιος Γρηγόριος ο Θεολόγος

Παρασκευή 28 Δεκεμβρίου 2018

Περί της κοινωνίας με τους αιρετικούς Λατίνους


Σε κείμενο με τίτλο "Ἐκλογὴ ἐπιτιμίων παντῶν τῶν παθῶν", που βρήκα σε έναν παλιό Νομοκάνονα (συλλογή ιερών Κανόνων και εκκλησιαστικών νόμων) της Μονής Σινά (αρ. χφ 1121, φ. 283-286), διαβάζουμε μεταξύ άλλων και τα παρακάτω πολύ διαφωτιστικά για τον τρόπο που αντιμετώπιζαν οι Ορθόδοξοι τους Λατίνους, αλλά και τους κοινωνούντες με αυτούς:

μα΄. Ταύταις οὖν ταῖς δεσποτικαῖς καὶ εὐαγγελικαῖς αὐθεντίαις ἑπόμενος, ἔστι δὲ καὶ ταῖς ἀποστολικαῖς θεολογίαις καὶ συνοδικαῖς καὶ πατρικαῖς παραδόσεσι καὶ διατάξεσι, τοὺς Λατίνους τῶν τοιούτων θείων προσταγμάτων καὶ παραδόσεων μακρὰν ἐκτρεπομένους εὐρίσκομεν, καὶ διὰ τοῦτο τὴν τούτων κοινωνίαν καὶ τῶν ὁμοφρονούντων καὶ συγκοινωνούντων αὐτοῖς λίαν ἀποστρεφόμεθα.
μγ΄. Ὡς μάτην οἱ Λατῖνοι τὸ τῶν Χριστιανῶν περίκεινται ὄνομα, ἐπειδὴ δοχείον εἰσιν πασῶν τῶν αἱρέσεων· καὶ οὖτοι ἔσονται καὶ αὐτοὶ αἱρετικοί.
μδ΄. Τούτου χάριν ἐγὼ φυγὰς τὰ ὦτα μὴ ἐνωτίσασθαι τῆς βλασφημίας τῶν ἀθέων καὶ πνευματομάχων Λατίνων καὶ τοῦτο ποιῶν οὐ μόνον τῇ κανονικῇ ἐπιτιμήσει οὐχ ὑποκείσομαι πρὸ συνοδικῆς διατάξεως ἐμαυτὸν ἀποσχίσας τοῦ θρόνου τῆς παλαιᾶς Ῥώμης, ἀλλὰ καὶ ἐπαίνου ἀξιωθήσομαι τοῦ προσήκοντος ὅπως δὲ τοῦτο ὁ πέντε καὶ δἐκατος τῆς ἐν Κωνσταντινουπόλεως πρώτης και δευτέρας Συνόδου ὁ κανὼν δηλώσει σαφέστατα. Ἔχει δὲ καὶ οὗτος ὁ κανὼν κατὰ λέξιν οὕτως...
μϚ΄. Εἴτε πατὴρ εἴτε ἀδελφὸς εἴτε μήτηρ εἴτε ὅστις οὖν ἄλλος κατελήφθη μέχρι θανάτου κοινωνῶν τῇ αἱρέσει, προείρηται ἐν τῷ άνωτέρω κεφαλαίω μὴ μνημονεύεσθαι ἐν λειτουργίᾳ, εἰ μή τοι ἕκαστος κατὰ διάνοιαν ἕλοιτο εὖχεσθαι ὑπὲρ τῶν τοιούτων καὶ ὑπὲρ τῶν ποιεῖν ἐλεημοσύνην· πῶς γὰρ ἂν ὅτι ἔτι ζῶν μετέχων τοῖς αἱρετικοῖς κοινωνίας καὶ οὕτω ἐκκομισθεὶς λειφθήσετε ἐν μνημοσύνοις κατὰ τὴν μυσταγωγίαν ὀρθοδόξων, οὐδαμῶς. Ταῦτα οὐ κανονικῶς ἐφθεγξάμην· Ἐπισκόπων γὰρ τοῦτο. Ἀλλὰ συμβουλευτικῶς ἐξ ἀγάπης· οὐδὲν γὰρ ἀγάπης ἀναγκαιότερον φθεγξάμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου