"Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον" Άγιος Γρηγόριος ο Θεολόγος

Κυριακή, 1 Οκτωβρίου 2017

Διάλογος Πάπα και Πέτρου (ένα άγνωστο αντιπαπικό έργο)



Βρίσκεται στα χειρόγραφα Παναγίου Τάφου 488 και Γενναδείου 253, ενώ εκδόθηκε δις (με μικροδιαφορές από τα χφ)ˑ την πρώτη φορά μαζί με το «Βιβλιάριον κατά Λατίνων» (Κωνσταντινούπολις, 1756) και την δεύτερη αυτοτελώς με κύριο τίτλο «Παπικόν αξίωμα» (Άγιον Όρος, 1959). Αμφότερα είναι δυσεύρετα.


ΑΘΑΝΑΣΙΟΥ ΙΕΡΕΩΣ ΑΜΒΡΑΚΙΩΤΟΥ

ΔΙΑΛΟΓΟΣ
ἐν ᾦ ἐμπεριέχονται Πάπας καὶ Πέτρος διαλεγόμενοι. Ὁ μὲν Πάπας ὡς ἀποθανὼν καὶ κρούων ἀνοιγῆναι αὐτῷ τὴν πύλην τοῦ οὐρανοῦ, ὁ δὲ Πέτρος ἔσωθεν δυσχεραίνων μεθ᾿ ὕβρεως ἀποκρίνεταιˑ ἔχει δὲ ὁ διάλογος πρὸς τὸ τέλος ἑκάστου ἐπιγράμματος ἓν ῥησίδιον ἐκ τοῦ «Πάτερ ἡμῶν».


Ὁ Πάπας:
Ἄνοιξόν μοι τὰς πύλας, Πέτρε, τῷ σῷ Πάπᾳ,
ὅν ὁ Χριστὸς καὶ ὑπὲρ σὲ ἠγάπα,
ὅτι ἀφ᾿ οὗ ἀπέθανον ἀπώλεσα τὴν κλεῖδα,
ὅς δ᾿ αὐτὴν ἔχει νῦν οὐκ οἶδα.
Δράμετε, ἅγιοι πάντες, μετὰ ψαλμῶν,
ἐγὼ γὰρ εἰμὶ, ὅν ἐλέγετε «Πάτερ ἡμῶν».

Ὁ Πέτρος:
Πάτερ, σὺ πόθεν ἄρτι ἀνεφάνης,
καὶ οὐρανοῦ πύλας οὔτω προφθάνεις;
Καὶ οὐκ αἰσχύνῃ μάτην ταῦτα λέγων,
ἀνέμους διὰ βίου σου παντὸς συλλέγων;
Ἀμβλυωπῶν, καὶ τρέχων ἐν τοῖς σκοτεινοῖς,
πῶς νῦν ἀρτίως βλέπεις «ἐν τοῖς οὐρανοῖς»;

Ὁ Πάπας:
Καὶ τίς εἶ σὺ ὁ ἀνθιστάμενός μοι
καὶ τολμηρῶς οὕτως ἀποκρινόμενός μοι;
Οὐκ οἶδας τὴν τοῦ Πέτρου παῤῥησίαν
καὶ ἣν ἔχει παρὰ Χριστοῦ μεγίστην ἐξουσίαν;
Ὡς ἀμαθὲς ἐστὶ τὸ πρόσφεγμά σου,
ἔδει σε γὰρ εἰπεῖν μοι «ἀγιασθήτω τὸ ὄνομά σου».

Πέτρος:
Αὐτὸς ἐγὼ ὁ Πέτρος εἰμὶ, ὦ ἄφρονˑ
ψευδόμενος γὰρ ἔλεγες τοῖς πᾶσι πλάττωνˑ
«Ποιῶ ὡς παρὰ Πέτρου ἐδιδάχθην
ὅτε εἰς τὸν θρόνον αὐτοῦ ἀνεβιβάσθην».
Συνέζης δὲ ἀεὶ τῇ ἀσεβείᾳ σου
καὶ πῶς βοᾶςˑ «Ἐλθέτω ἡ βασιλεία σου»;

(Ἐκδοχὴ ἑτέρα
Πέτρος:
Αὐτὸς ἐγὼ ὁ Πέτρος πέλω παράφρων;
ὡς ἀναιδῶς λαλεῖς οὕτως, ὦ ἄφρονˑ
καὶ παρ᾿ ἐμοῦ οὕτος οὐκ ἐδιδάχθης,
ὅτε εἰς τὸν ἐμὸν θρόνον ἀνεβιβάσθηςˑ
ἀλλ᾿ οὖν συζῶν ἀεὶ τῇ ἀμελείᾳ σου,
πῶς νῦν «ἐλθέτω» βοᾶς «ἡ βασιλεία σου»;).


Ὁ Πάπας:
Πέτρε τὸ γλυκύ μοι καύχημα καὶ πρᾶγμα,
τοῦτο ποτὲ οὒκ ἤλπιζον τὸ δρᾶμα,
ἀκοῦσαι καὶ μαθεῖν παρὰ τῆς ἁγιότητός σου,
ἐξίσου γὰρ κᾀγὼ τῆς ἐξοχότητός σου,
μετέσχονˑ ἔπρεπε δὲ τὸ λάλημά σου
«γεννηθήτω» μοι εἰπεῖν «τὸ θέλημά σου».

Ὁ Πέτρος:
Τυραννικῶς ἐποίεις ἐν τῇ γῇ τὸ θέλημά σου,
ἐτίθου ὑπεράνω πάσης ἀρχῆς τὸ ὄνομά σου.
Θελόντων ἄρχειν, καὶ τῶν μὴ θελόντων,
ἀρκεῖ σοι τοῦτο, καὶ μὴ τῶν μελλόντων.
Θαῤῥεῖς κατάρξατο μεθ᾿ ἀρπαγῆς
ἄρχειν «ἐν τῷ οὐρανῷ ὡς καὶ ἐπὶ τῆς γῆς».

Ὁ Πάπας:
Ὧ Πέτρε, οὐδαμῶς ἐγὼ τυραννικῶς
κατῆρχον, ἀλλὰ μᾶλλον πατρικῶς.
Βασιλεῖς γὰρ καὶ μεγιστάνας ἐνουθέτουν
καὶ ἄπασιν ὡς νόμος ὣν ἐνομοθέτουν.
Ἐβόων μοι ἐντεῦθεν πάντεςˑ Ἡμερούσιον
«δὸς», πάτερ, «σήμερον ἡμῖν ἄρτον τὸν ἐπιούσιον».

 Ὁ Πέτρος:
Οἶδα μεγαλαυχοῦντος σου τὰς ἀγαθοεργίας,
ὡς καὶ κρυπτομένου σου διὰ τὰς πανουργίαςˑ
καὶ γὰρ πολὺν συνέλεγες τὸν πλοῦτον
ὅσον ἀμέτρητόν τε, καὶ τοσοῦτον
προφασιζόμενος ἐλάμβανες τὰ χρήματα,
ὡς δῆθεν «ἀφίων» ἀμαρτιῶν λαοῖς «τὰ ὀφειλήματα».

Ὁ Πάπας:
Ναὶ δή, ἀλλὰ παρ᾿ ἄλλων συνέλεγον ἐλεημοσύνην,
παρεῖχον δὲ ἄλλοις ποιῶν ἀγαθοσύνην.
Ἵνα οἱ διδόντες ταύτην αἰτοῦσι μετ᾿ ἀδείας,
συγγνώμην ἐξ ἐμοῦ διὰ τὰς τούτων ἀμαρτίαςˑ
καὶ ἔλεγόν μοι πάντεςˑ «Ἄφες», πατὴρ τῶν οἰκτιρμῶν
«τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς τοῖς ὀφειλέταις ἡμῶν».

 Ὁ Πέτρος:
Οὐκοῦν ἀμέσως ἀπὸ σοῦ τὴν ἄφεσιν ᾐτοῦντο,
καὶ σὲ δοτῆρα σωτηρίας ἐποιοῦντο;
Τοῦτο ἐποίησεν Ἐκκλησιῶν τὸν χωρισμόν,
ὅθεν πάντας «εἰσήγαγες εἰς πειρασμόν».
Παντὸς ἤψω πράγματος κακοῦ καὶ τολμηροῦ,
οὐδέποτε εἰπὼν Χριστῷˑ «Ῥῦσαι με ἀπὸ τοῦ πονηροῦ».
Κρημνίσθητι τοίνυν, Ἀντίπετρε, ἀπὸ τοῦ Οὐρανοῦ.

Τέλος δ᾿ οὖν, Πάπα τοῦ καταράτου
ῥῦσαι ἡμᾶς, Κύριε, τοῦ ἐπαράτουˑ
αὐτὸν δὲ βάλλε ἐν τόπῳ τοῦ ἀντάρτου. 

ΠΗΓΗ: 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου