"Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον" Άγιος Γρηγόριος ο Θεολόγος

Δευτέρα, 13 Μαρτίου 2017

Ποιος δημιουργεί σχίσμα κατά τους Αγίους Αποστόλους


ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒIΒΛIOΝ Ϛ
Περὶ σχισμάτων

δ. Ὅτι ἀποσχίζει οὐχ ὁ τῶν ἀσεβῶν χωριζόμενος, ἀλλ' ὁ τῶν εὐσεβῶν ἀφιστάμενος.

Eἰ οὖν τοῖς διὰ φιλαρχίαν ἀποσχίσασιν παραυτίκα ὁ Θεὸς ἐπήγαγεν τὴν τιμωρίαν, πόσῳ μᾶλλον τοῖς αἱρέσεων ἀσεβῶν καθηγησαμένοις; Οὐ σφοδροτέραν ἐπάξει τὴν τίσιν βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν; Ἀλλ' ὑμεῖς, ἀδελφοί, ἐκ τῆς Γραφῆς παιδευόμενοι, φυλάσσεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης, μήτε μὴν τῆς ἑνώσεως ὑμῶν· ὅτι σκοποὶ ἀπωλείας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· «Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς» (πρβλ. Αρ. ιστ΄, 26). Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς» (Β΄ Κορ., στ΄, 17).

1 σχόλιο:

  1. Μαργαριτάρι! Ἄς τό διαβάσουν ὄχι μόνον οἱ Βαρθολομαῖοι καί οἱ Ἄνθιμοι, ἀλλά καί οἱ Εὐθύμιοι (Τρικαμηνάδες), πού λέγουν ὅτι ἡ εἰσαγωγή τοῦ ν.ἑ. τό 1924 δέν ἦτο λόγος ἀποτειχίσεως ἀπό τούς Οἰκουμενιστάς, ἄν καί ἐκ τῶν ὑστέρων γνωρίζουμε ὅλοι τόν λόγον τῆς εἰσαγωγῆς τοῦ ν.ἑ., καθώς καί τά ἀποτελέσματά της.

    ΑπάντησηΔιαγραφή