Ἔρεις δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ἵνα μὴ κάμνωμεν εἰκῆ, ὅταν μηδὲν ᾖ κέρδος· τὸ γὰρ τέλος αὐτῶν οὐδέν.
Ὅταν ᾖ τις διεστραμμένος, καὶ μηδ', ἂν ὁτιοῦν γένηται, προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων, δέον πονεῖν τὸν καλὸν τοῦτον πόνον εἰς τοὺς σοὺς τὰ περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς;
πῶς οὖν ἑτέρωθί φησι, "Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν", ἐνταῦθα δὲ, "Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν νουθεσίαν καὶ δευτέραν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος";
Ἐκεῖ μὲν περὶ τῆς τῶν ἐλπίδα ἐχόντων διορθώσεώς φησι, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς·
ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις εἰκῆ;
τί τὸν ἀέρα δέρεις;
Τί ἐστιν, Ὢν αὐτοκατάκριτος;
Οὐ γὰρ ἔχει εἰπεῖν, ὅτι οὐδεὶς εἶπεν, οὐδεὶς ἐνουθέτησεν.
Ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς ἐπιμένῃ, αὐτοκατάκριτος γίνεται.
(P. G. 62, 696)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου