"Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον" Άγιος Γρηγόριος ο Θεολόγος

Κυριακή, 2 Σεπτεμβρίου 2012

Κατά του Λατινικού καλενδαρίου - Πατριάρχου Καλλινίκου (+1791)

Απόσπασμα από την εξαιρετική εργασία του επιστήμονος (θεολόγου - οικονομολόγου) κ. Αθανασίου Χρυσοβέργη που θα βρείτε στο Εθνικό Αρχείο Διδακτορικών Διατριβών με τίτλο "ΟΙ ΘΕΟΛΟΓΙΚΕΣ ΚΑΤΕΥΘΥΝΣΕΙΣ ΤΟΥ ΠΑΤΡΙΑΡΧΗ ΚΑΛΛΙΝΙΚΟΥ Γ' (1713-1791) ΚΑΙ ΤΑ ΒΑΣΙΚΑ ΠΡΟΒΛΗΜΑΤΑ ΤΗΣ ΕΠΟΧΗΣ ΤΟΥ: ΜΕ ΒΑΣΗ ΤΗΝ ΕΠΙΣΤΟΛΟΓΡΑΦΙΑ ΤΟΥ":
 
ΕΠΙΣΤΟΛΗ ΠΑΤΡΙΑΡΧΟΥ ΚΑΛΛΙΝΙΚΟΥ ΔΙΑ ΣΤΙΧΩΝ
 
Τῶ αὐτῶ (Ἀνανία) κατά τῶν αὐτῶν (Λατίνων).

Τό παρ’ ἡμῖν πασχάλιον ἀσύστατον οὐκ ἔστιν,
ὡς καταφλυαρεῖ αὐτός ὁ δυσσεβής Λατῖνος,
ἀλλ’ ὡς ἀκόλουθον αὐτό τοῖς ὁρισθεῖσιν ὅροις
πατέρων ἱερῶν ἡμῶν, μένει ὀρθόν ἀεί τε
καί εἰς αιῶνας σταθερόν διαμενεῖ ἐκεῖνο.
ἕως περ οἱ ἥν ἔλεγε τάξιν διαφυλάξει
σῶαν, ἀπαρασάλευτον, ἀρίστως ἐσκεμμένην
πατράσι θείοις τοῖς ἡμῶν, ὧνπερ οὐδείς τῶν νῦν γε
οὔτε οἶδε έπιστήμην τήν τῆς ἀστρονομίας
κατ’ ἐκείνους πολυμαθεῖς, οὔτε ἁγιωσύνην
ἔχει καί καθαρότητα, πλήν εἰ μή που δοκήσει
τά δ’ ἄλλα φίλτατε εἰσί μακράν τῆς ἀληθείας
τοῦ Πάσχα γάρ διορισμῶν τεσσάρων ὑπαρχόντων
πρῶτος αὐτῶν ἐντέλλεται, ὡς δεῖ τελεῖν τό Πάσχα,
μετά γε τήν ἑαρινήν φίλε ἰσημερίαν
ὁ δεύτερος, ὡς μή αὐτήν τῆς τελετῆς ἡμέραν
ἐκείνης ἰουδαϊκῆς, τοῦ φάσκα τῶν Ἑβραίων
ὁ τρίτος ὅτι οὐχ ἁπλῶς μετά ἰσημερίαν,
ἀλλά πρώτην πανσέληνον τήν μετ’ ἰσημερίαν
ὁ τέταρτος ὅτι γε καί μετά τήν ἡμέραν
τῆς πανσελήνου παρευθύς τῆ πρώτη ἑβδομάδι
ὅθεν οὐδείς ὅλων βροτῶν ἐκείνους νομισάτω
πατέρας παναρίστους τε διέλαθε καί θείους
τό λάθος τοῦτο τό δοκοῦν ἵνα παρά τῶν νῦν γε
κρείττονος διορθώσεως ἐν τύχη ἀστρονόμων
τῆ γάρ Κυρίου χάριτι ἀπό πρώτης συνόδου
καί ἕως γε τῆς σήμερον ἂεί Πάσχα τό θεῖον
γίνεται μετά νομικόν, καί ἐν Κυριακῆ γε,
καί σύγχυσιν οὐκ ἔγνωμέν τινά μέχρι τῆς δεῦρο
ἵν’ εἰς διόρθωσιν αὐτοῦ ἡμεῖς γε ἀναστῶμεν
διετυπώθη γάρ καλῶς ἁγίοις τοῖς πατράσι,
καί διαμένει ἄπταιστον ἀεί καί εἰς αἰῶνας
κακῶς δέ ἀφηρέθησαν παρά τῶν ἀστρονόμων
τῶν νῦν Ρώμης τῆς παλαιᾶς αἱ ἡμέραι
παρ’ Ὀκτωβρίου τοῦ μηνός πρός γάρ τοῖς ἄλλοις πᾶσι
καί σύγχυσιν ἐν ἑαυτῶ τό νέον περιέχει

αὐτῶν τό ὡρολόγιον, ἀνατροπήν τε ἔτι
ἐπαναθεωρούμενον εἰ γάρ δι’ ὅλων χρόνων
τεσσάρων καί τριάκοντα ἅμα τοῖς ἑκατόν γε
νυχθήμερον συνάγουσιν ἕν οἱ ἀστρονομοῦντες
εὔδηλον τοίνυν ὅτι γε ἀπό πρώτης συνόδου
δύο καί τεσσαράκοντα κ’ ἔτι τετρακοσίων
πρός δέ χιλίων τε ἐτῶν ἄχρι νῦν διελθόντων
ὡς δέκα καί ὀκτώ ἐτῶν σύν τοῖς τριακοσίοις
τό πρῶτον ἀπό τοῦ Χριστοῦ προπαρεληλυθότων
μέχρι πρώτης συνάξεως τῆς ἐπί Κωνσταντίνου
ἐξαιρουμένων ἑκατόν ἑπτά καί ἑβδομήντα
ἀφ’ οὗ τό ὡρολόγιον ἐγένετο Λατίνων
ἡμέραι μόνον έννέα συνάγονται καί δέκα
ὧραι παρά μισήν στιγμή, καί ἔτι λείπεταί τι
εἰ δέ δι’ ἑκατόν ἐτῶν καί εἴκοσι ὡς ἄλλοι
λέγουσιν ἕν νυχθήμερον γενήσεται καί ἔσται,
ἡμέραι δέκα ἔσονται, πρός δέ καί ὧραι δέκα,
καί πλεονάζει ὡς ὁρᾶς ἐπισφαλῆ δέ ταῦτα
ἀλλά καί τούς δεινούς ἐμπείρους ἀστρονόμους
τόν Πτολεμαῖον δηλαδή καί ἄλλους ἐσφαλμένον
εὑρίσκονται ταῦτα τῶν νῦν, ἐν γάρ τριακοσίοις
χρόνοις ἐκεῖνοι κι’ ἔτι πρός ἕν τινῶν νυχθημέρων
συνάγεσθαι ἀποφαίνονται μάλιστ’ ὁ Πτολεμαῖος
οὐκ ἀπό τῆς κινήσεως τοῦτο τῆς τοῦ ἡλίου,
ποιεῖται γάρ τήν κίνησιν ἐκεῖνος ὁμαλήν τε
καί ὅλως ἀπαράκλιτον, ἀλλά γίνεται τοῦτο
παρά τήν ἀπαρίθμησιν τῶν ἡμερῶν τοῦ χρόνου
καί κατά τούτους γίνονται τέσσαρες δή ἡμέραι,
καί ὧραι πέντε καί στιγμαί δύο καί δέκα μόνον.
ἀπό τῆς κατά Νίκαιαν συνόδου τῆς μεγίστης,
μέχρι ἐτῶν τῶν ἄνωθεν προαπηριθμημένων
ἀναμεμετρημένων οὖν τούτων τοιουτοτρόπως
καί τῆ σοφία τῆ τῶν νῦν Ἑλλήνων καί ἀρίστων
ἔτι τε ἀναδείκνυται, ὡς ἔξω παντός λόγου
οἱ ἀστρονόμοι παλαιᾶς ἐξέβαλον τῆς Ρώμης
τοῦ ‘Οκτωβρίου τοῦ μηνός τάς δέκα τάς ἡμέρας
ἵνα φανῶσιν ὡς δοκεῖ μόνον γε τοῖς ἀνθρώποις
ποιεῖν τί δόξης ἕνεκα κενῆς τε καί ματαίας
ὑπάρχον βέλτιον αὐτοῖς τοῦ μή καινοτομεῖν τε
καί τοιαῦτα μεταποιεῖν, καί στάσεως μεγίστης

ταῖς ἐκκλησίαις γίνεσθαι αἰτίους τοῦ Κυρίου
ἤ κἄν γε τούτων ἕνεκα τοῦ μή βίαν ἐπάγειν
ὡς τό τ’ αὐτό ὑπέφερον εἰδέτι παλτυτέραν
διδασκαλίαν ἀγαπᾶς περί ὡρολογίου
ἴδε είς βίβλον σεβαστοῦ τήν τοῦ Τραπεζουντίου
ἴδε Ματθαῖον Βλάσταριν, ἴδε καί Βαλσαμῶνα
ἴδε καί τό κανόνιον τῆς πρώτης τῆς συνόδου
καί τόν κανόνα τόν αὐτῆς, οὕς πάντας ἀποβλήτους
τῆς Ἐκκλησίας τοῦ Χριστοῦ εἶναι ἀκοινωνήτους
τούς παραλύειν θέλοντας, καί τούς κατατολμῶντας,
τούς ὅρους καί ἀπόφασιν συνόδου τῆς ἁγίας
μεγάλης οίκουμενικῆς τῆς ἐν Νικαίᾳ πόλει
συγκροτηθείσης εὐσεβῶς ὑπό τοῦ Κωνσταντίνου
εὐσεβεστάτου ἄνακτος περί τοῦ θείου Πάσχα,
καί τέλος ἴδε σύνοδον τήν κατ’ ὠρολογίου
ἤτοι κατά λατινικοῦ νέου καλενδαρίου,
τήν γεγονυῖαν εὐσεβῶς ἐπί Ἱερεμίου

τοῦ Κωνσταντινουπόλεως, καί τούς κανόνας ταύτης
καί γράμμα τό ἀποσταλέν πρός τόν Φιλαδελφείας
καί τούς ἐφόρους τοῦ Ναοῦ ἁγίου Γεωργίου.
καί ἄφες τόν νεκρόν αὐτόν νεκρούς τούς τούτου θάπτειν
καί πρᾶξιν τήν συνοδικήν τήν τότε γεγονυῖαν,
περί ἀποβολῆς αὐτῶν νέου καλενδαρίου
καί ἐκ τούτου γνώσει ἀκριβῶς ὅτι γε οἱ Λατῖνοι
ἀπώλεσαν πασχάλια τά τούτων καί τήν πίστιν

τήν εὐσεβῆ καί πατρικήν καί ὀρθοδοξοτάτην,
καινοτομίαις ταῖς αὐτῶν μεγίσταις βλασφημίαις,
ταῖς εἰς τό πνεῦμα, καί υἱόν διό μετά τῶν πρώτων
συντάττονται αἱρετικῶν, καί σύν ἐκείνοις ἅμα
παραδοθήσονται πυρί ἐσχάτω αἰωνίῳ
οἷς μεθ’ ἡμῶν καί σύ εἰπέ εὐαγγελιζομένοις
παρ’ ὅ γε παρελάβομεν ἀνάθεμα πολλάκις,
ρῖψον φιλίαν τήν αὑτοῦ, μή λάμβανε εἰς οἶκον,
μήτε χαίρειν λέγε αὐτῶ φέροντι ἀλλοτρίαν
διαδασκαλίαν, διδαχήν Χριστοῦ μου ἐναντίαν
Θεός δέ ὁ δυνάμενος τά πάντα καί σόν φίλον
παρασκευάσειεν αὐτοῦ τήν πλάνην ἐπιγνῶναι,
ἡμᾶς δέ ἀπαλλάγειε τῶν τούτων ζιζανίων,
καί οἷα σῖτον καθαρόν πάντας εἰς ἀποθήκας
συνάξειε τάς ἑαυτοῦ ἡμᾶς τούς ὀρθοδόξους.
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου