Πέμπτη 23 Φεβρουαρίου 2017

ΕΠΙΣΤΟΛΗ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΤΡΑΝΟΥ ΠΡΟΣ ΤΟΝ ΜΗΤΡΟΠΟΛΙΤΗ ΚΙΕΒΟΥ ΜΙΧΑΗΛ (4-5-1591)


Ἱερεμίας ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικὸς πατριάρχης.
Ἱερώτατε μητροπολῖτα Κυέβου, ὑπέρτιμε καὶ ἔξαρχε Γαλίτζης καὶ μικρᾶς Ῥωσίας, ἐν Ἁγίῳ Πνεύματι ἀγαπητὲ ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν μετριότητος, και θεοφιλέστατοι ἐπίσκοποι, ἐντιμότατοι κληρικοὶ, εὐλαβέστατοι ἱερεῖς, χρησιμώτατοι ἄρχοντες, καὶ ἅπας ὁ τοῦ Κυρίου χριστώνυμος λαός, χάρις εἴη ὑμῖν καὶ εἰρήνη καὶ ἔλεος ἀπὸ Θεοῦ Παντοκράτορος καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Καλῶς οἴδατε πάντες, ὅτι ὄντος μου ἐν Μοσχοβίᾳ, γράμμα τίμιον ἐδέξατο ἡ μετριότης ἡμῶν τοῦ ἐλλογιμωτάτου Κρουσίου Τυβιγγῆθεν, ὅπερ μοι τινὲς τῶν φίλων ἐκομίσαντο, δι οὗ ἔγνων, ὅτι τὴν αὐτὴν εὔνοιαν καὶ ἀγάπην, ἥνπερ καὶ πρότερον εἶχε πρὸς ἡμᾶς, καὶ νῦν ἔχει. Εἰ γὰρ μὴ οὕτως ἐτύγχανε ὤν, οὐκ ἂν ἔγραψε τὴν ψευδεπίπλαστον φήμην τοῦ καλοῦ κἀγαθοῦ ἰησουΐτου, ἣν καθ’ ἡμῶν περὶ τοῦ παραλόγου γενομένου νέου καλανδαρίου, ὅπερ μὴ ὤφειλε γενέσθαι πολλῶν ἕνεκα ψευδῶν, συῤῥάψας ἐν τοῖς αὐτόθι μέρεσι καὶ πανταχοῦ ἀναιδῶς διεφήμισε [1], δηλῶσαι ἡμῖν ἔσπευσε. Καὶ ταῦτα περὶ δευτέρας ἀπολογίας, ἢ μᾶλλον εἰπεῖν συγκαταθέσεως τὸ παράπαν εἴδησιν μὴ ἔχοντα, ὡς αὐτὸς ὁ του ψεύδους καταγγελεὺς καταψευσάμενος καὶ λυττήσας ἐφθέγξατο. Τὸ γὰρ σαπρὸν δένδρον ἐκ τοῦ καρποῦ γινώσκεται, καὶ ὁ πονηρὸς ὁμοὶ ὡς ἐκ τοῦ πονηροῦ θησαυροῦ, ὥσπερ καὶ τοὐναντίον κατὰ τὴν Κυριακὴν φωνήν. Καὶ τοῦτο οὐδὲν θαυμαστὸν, ἐπεὶ καὶ τῶν δαιμόνων ἴδιόν ἐστιν, ὁπόταν κακῶσαί τινας βούλωνται, ἢ εἰς σχῆμα ἀγγέλου μεταβάλλονται, ἢ δι’ ἀνθρώπου τοῦτο πράττουσιν, ὡς καὶ ἐπὶ τοῦ ἀρχισυναγώγου ἐγένετο. Εἰ γὰρ καινοτομίας ἀτόπους, καὶ παραβάσεις βλασφήμους, καὶ ζηζάνια (sic) οὐ τὰ τυχόντα κατὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας διασπείρειν καθ’ ἑκάστην οὐ φρίττουσιν, ἀλλὰ καὶ αὐτὴν τὴν ἀλήθειαν παραχαράκτην, ξένην καὶ ἀλλοτρίαν φωνὴν τῷ θείῳ πνεύματι προσάπτουσι, καὶ μήτε ταῖς τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων ἀποφάσεσι πειθαρχεῖν ἐθέλουσιν, οὔτε μὴν ἀναθέματι, ᾧ ἡ τρίτη καθυποβάλλει τοὺς τολμῶντας προσθεῖναί τι ἢ ἀφαιρεῖν παρὰ τῷ ἁγίῳ συμβόλῳ τῆς εὐσεβοῦς καὶ ὀρθῆς ἡμῶν πίστεως εἰς νοῦν τελείως λαμβάνουσι, ἀλλὰ πάντα λίθον ἐκίνησαν καὶ κινοῦσι, κατὰ τὴν παροιμίαν, στῆσαι τὸ μοχθηρὸν καὶ ἄθεσμον αὐτῶν θέλημα οὐ παύονται, πόσῳ γε μᾶλλον περὶ ἐμοῦ οἱ δεινοὶ σοφισταὶ καὶ τῆς ἀληθείας ἐχθροὶ ἀληθεύειν δυνήσονται. Οἶμαι δὲ καὶ τοὺς εἰς λόγους μετ’ αὐτῶν συνελθόντας ἐν οἳα δή τινι ὑποθέσει, ἢ οἰκειότερον εἰπεῖν, περὶ ὀρθῶν δογμάτων τῆς ἡμῶν πίστεως, τοῦτο οὐκ ἀγνοεῖν. Ἄνωθεν γὰρ ἐν αὐτοῖς τὸ συκοφαντεῖν τε καὶ ψεύδεσθαι, οἷά τις κλῆρος παρὰ τοῦ πατρὸς αὐτῶν κεχάρισται, ὅπερ οὐ μόνον κατ’ ἐμοῦ τοῦτ’ ἐνάγχως χρησάμενοι, ἀλλὰ καὶ πάλαι κατὰ πάντων τῶν τὴν ἀλήθειαν φθεγξαμένων κατέσπειρειν οὐ διέλιπον. Ἡμεῖς δ’ οὐκ εἰώθαμεν τρέφειν τὸ τοιοῦτον θηρίον, ἁλιέων γάρ ἐσμεν μαθηταί. Ἀλλ’ οὐδ’ ἐκεῖνα, ἅπερ πρότερον ὡς ἀχρεῖα μετὰ σκέψεως ἐξουθενήσαμεν, πάλιν ὡς εὔχρηστα ἀνθεξόμεθα. Εἰ γὰρ τοῦτ’ αὖθις ἀντιποιεῖσθαι ἁλῶμεν, ὡς ἐκεῖνος ὁ ἐπίτριπτος ἰησουΐτης, ἢ οἰκειότερον εἰπεῖν ἀντιχρίστης δολίως ἀπεφήνατο, οὐ μόνον πρὸς τοὺς ἐντυγχάνοντας τοῦ πρώτου ψόγου, οὗ ἐγγράφως κατὰ τοῦ ῥηθέντος καλανδαρίου ἐξεδώκαμεν, ἀληθεύειν δόξομεν, ἀλλὰ καὶ τὸ τοῦ φιλοσόφου γνωμάτευμα χώραν καθ’ ἡμῶν ἕξει, τὸ φάσκον, ὁ τὸν αὐτὸν ἐπαινῶν καὶ ψέγων ἀνὴρ οὐκ ἀγαθός. Ὅπερ ἀπεύχομαι. Τὸ δ’ ἀληθὲς οὕτως ἔχει. Ἐν τῷ ᾳφπβω΄  ἔτει, μηνὶ ἰουλλίῳ ἰνδικτιῶνος ια΄, ἄνθρωπός τις παρεγένετο πρὸς ἡμὰς παρὰ τοῦ αἰδεσιμωτάτου Γρηγορίου πάπου (sic), φέρων καὶ μεθ’ ἑαυτοῦ γράμμα τίμιον ἐκείνου, ἐν ὢ καὶ περὶ τοῦ νέου καλανδαρίου φιλικῶς ἡμῖν ἔγραφε θεωρῆσαι αὐτὸ μετὰ σκέψεως, καὶ εἰ ἀρεστὸν ἡμῖν δόξῃ, κυρῶσαι τοῦτο καὶ μεταδοῦναι κατὰ πάσας τὰς ἐνορίας τῆς Ἀνατολικῆς Ἐκκλησίας κρατεῖν αὐτό. Ἡμεῖς δὲ καλῶς συνδιασκεψάμενοι περὶ τούτου, ὡς οἷόν τε ἡμῖν ἦν, συγκρίναντες αὐτό, οὐ μόνον μετὰ τοῦ ἀληθοῦς πασχαλίου, ὃ οἱ θεοφόροι πατέρες πανσόφως θεσπίσαντες τῇ Καθολικῇ Ἐκκλησίᾳ ἐξέδωκαν, ἀλλὰ καὶ κατὰ τοὺς τὴν ἐπιστήμην τὴν ἀστροθεάμονα δεινούς, τὸν μέγαν Πτολεμαῖον καὶ ἄλλους, ἐσφαλμένον εὕρηται, μηδόλως συνάδον τῇ τῆς ἐκκλησίας κοινῇ δόξῃ. Ἄλλως γὰρ ὡς φαίνεται ἐκεῖνος ἐσκόπει τὰ πράγματα, καὶ ἄλλως αἱ τῶν θεοφόρων πατέρων γνῶμαι. Τοίνυν καὶ ἡμῖν δυοῖν ἕνεκα οὐκ ἀρεστὸν ἔδοξεν, ἓν μέν, ὅτι ὁπότ’ ἐκεῖνος μετὰ τῶν περὶ αὐτὸν σοφιστῶν τὰ περὶ τούτου σκοπεῖν ἤρξατο, οὐδόλως ἡμᾶς συμβούλους ἐχρήσαντο. Δεύτερον δ’ ὅτι ἡμεῖς τὴν τῶν Πατέρων ὀρθὴν πίστιν, ἢν περὶ τοῦ πασχαλίου ἐχρησμοδότησαν θείᾳ ἐμφάσει κρείττω ἡγησάμενοι ὡς ἀληθῆ καὶ ἄπταιστον καὶ ἀεὶ ὡσαύτως διαμένουσαν, τὴν δὲ τοῦ νέου καλανδαρίου ὡς ἐσφαλμένην καὶ οὐτιδανὴν μακρὰν ἀφ’ ἡμῶν ἀπεσκορακίσαμεν. Πλὴν εἰ καὶ φορτικῶς δόξομεν τοῖς ἐντευξομένοις τὴν παροῦσαν μου γραφὴν  κατὰ τὸ ποσὸν, ἀλλ’ οὖν γε κατὰ τὸ ποιόν πλέον αὐστηρότερον ἔδει κατὰ τῶν συκοφαντῶν γράψαι, ὡς ὁ περὶ τῆς συκοφαντίας θεσμὸς βούλεται, ὅπερ διὰ τὸ αἰδεσιμώτερον παρητησάμεθα. Διὰ τοῦτο ἀπὸ τοῦ νῦν δίδομι καὶ ὑμῖν εἴδησιν μὴ ἐπακούειν τοὺς ψευδεπιπλάστους καὶ μυθώδεις λόγους τῶν ἰησουϊτῶν τῶν βουλομένων ἀπατᾶν ὑμᾶς διὰ τῆς φιλοσοφίας καὶ καινῆς ἀπάτης αὐτῶν, οὐ μόνον περὶ τοῦ ψευδεπιπλάστου νέου καλενδαρίου, ὡς εἴρηται, ἀλλὰ καὶ περὶ τῶν λοιπῶν καινοτομιῶν αὐτῶν, ἵνα μὴ ὑποκελισθῆτε καὶ ὑμεῖς ὑπ’ αὐτῶν. Αἱρετικόν γάρ φησιν ὁ θεῖος Παῦλος μετά πρώτην καί δευτέραν ομιλίαν παραιτοῦ. Ἵνα καὶ ἡ τοῦ Θεοῦ χάρις καὶ τὸ ἄπειρον καὶ ἡ ευχὴ καὶ ἡ εὐλογία τῆς ἡμῶν μετριότητος εἴη μετὰ τῆς σῆς ἱερότητος σὺν τοῖς θεοφιλεστάτοις έπισκόποις καῖ τοῖς λοιποῖς χριστιανοῖς. Ἀμήν.

Ἐν μηνὶ μαΐῳ ἰνδικτιῶνος δ΄.

[1] Και με την επιστολή αυτή (είχε προηγηθεί ακόμη μία προς τους Γερμανούς προτεστάντες) ο Ιερεμίας καταγγέλλει ως πλαστή την φήμη του διαβόητου Ιησουΐτη Antonio Possevino ότι δήθεν αποδέχτηκε το Γρηγοριανό ημερολόγιο.



ΑΚΟΛΟΥΘΕΙ ΤΟ ΚΕΙΜΕΝΟ ΜΕΤΑΦΡΑΣΜΕΝΟ ΣΤΗΝ ΠΑΛΑΙΑ ΡΩΣΙΚΗ ΓΛΩΣΣΑ

2 σχόλια:

  1. Ἱερεμίας: "Ἀπὸ τοῦ νῦν δίδωμι καὶ ὑμῖν εἴδησιν μὴ ἐπακούειν τοὺς ψευδεπιπλάστους καὶ μυθώδεις λόγους τῶν ἰησουϊτῶν τῶν βουλομένων ἀπατᾶν ὑμᾶς διὰ τῆς φιλοσοφίας καὶ καινῆς ἀπάτης αὐτῶν, οὐ μόνον περὶ τοῦ ψευδεπιπλάστου νέου καλενδαρίου, ὡς εἴρηται, ἀλλὰ καὶ περὶ τῶν λοιπῶν καινοτομιῶν αὐτῶν, ἵνα μὴ ὑποσκελισθῆτε καὶ ὑμεῖς ὑπ’ αὐτῶν."

    Ὥστε, πρίν ἀπό 400 καί πλέον ἔτη, ὁ Πατριάρχης Ἱερεμίας Β', ὁ ἐπονομαζόμενος Τρανός, ἐθεώρει τόν νέον ἡμερολόγιον καινοτομίαν καί ἐργαλεῖον τῶν Παπιστῶν πρός "ὑποσκελισμόν" (= ἀνατροπήν) τῆς Ὀρθοδοξίας! Ἄς τά ἀκούουν αὐτά κάποιοι πού ἀρέσκονται νά ἀνάγουν τό ὅλον θέμα εἰς δῆθεν τήν ἀκριβεστέραν μέτρησιν τοῦ χρόνου, εἰς δῆθεν τήν ἐπαναφοράν τῆς ἰσημερίας εἰς τήν 21ην Μαρτίου καί ἄλλα τέτοια διαβολικά τερτίπια, ἀποκαλοῦντες ταυτοχρόνως, μέ ἄπειρον ὑποκρισίαν καί θράσος, "ἡμερολάτρας καί ἄρα εἰδωλολάτρας" τούς Ὀρθοδόξους πού θεωροῦν τό Πάτριον Ἑορτολόγιον ὡς τμῆμα τῆς Ἱερᾶς Παραδόσεως, ἁπτόμενον μάλιστα τοῦ δόγματος, ἐφόσον ἡ μεταβολή του τό 1924 ἔβλαψε τό δόγμα τῆς ἑνότητος τῆς Ἐκκλησίας χάριν τῆς προωθήσεως τῆς αἱρέσεως τοῦ Οἰκουμενισμοῦ.

    ΑπάντησηΔιαγραφή
  2. ΘΑ ΗΘΕΛΑ ΝΑ ΣΑΣ ΣΥΓΧΑΡΩ ,ΤΟΣΟ ΓΙΑ ΤΗΝ ΔΗΜΟΣΙΕΥΣΗ ΟΣΟ ΚΑΙ ΓΙΑ ΤΟ ΣΧΟΛΙΟ.

    ΑπάντησηΔιαγραφή